Πηγές:Τὰ εἰς ἑαυτὸν/12

From Αρχειοπαίδεια
Πλήρης τίτλος: Τὰ εἰς ἑαυτὸν 12
Συγγραφέας: Μάρκος Αυρήλιος
Πηγή:
  1. Πάντα ἐκεῖνα, ἐφ ἃ διὰ περιόδου εὔχῃ ἐλθεῖν, ἤδη ἔχεινδύνασαι, ἐὰν μὴ σαυτῷ φθονῇς. τοῦτο δέ ἐστιν, ἐὰν πᾶν τὸπαρελθὸν καταλίπῃς καὶ τὸ μέλλον ἐπιτρέψῃς τῇ προνοίᾳ καὶ τὸπαρὸν μόνον ἀπευθύνῃς πρὸς ὁσιότητα καὶ δικαιοσύνην.ὁσιότητα μέν, ἵνα φιλῇς τὸ ἀπονεμόμενον˙ σοὶ γὰρ αὐτὸ ἡ φύσιςἔφερεν καὶ σὲ τούτῳ˙ δικαιοσύνην δέ, ἵνα ἐλευθέρως καὶ χωρὶςπεριπλοκῆς λέγῃς τε τἀληθῆ καὶ πράσσῃς τὰ κατὰ νόμον καὶ κατ ἀξίαν˙ μὴ ἐμποδίζῃ δέ σε μήτε κακία ἀλλοτρία μήτε ὑπόληψις μήτε φωνὴ μηδὲ μὴν αἴσθησις τοῦ περιτεθραμμένου σοισαρκιδίου˙ ὄψεται γὰρ τὸ πάσχον. ἐὰν οὖν, ὅτε δήποτε πρὸς ἐξόδῳ γίνῃ, πάντα τὰ ἄλλα καταλιπὼν μόνον τὸ ἡγεμονικόν σου καὶ τὸ ἐν σοὶ θεῖον τιμήσῃς καὶ μὴ τὸ παύσασθαί ποτε ‹τοῦ› ζῆν φοβηθῇς, ἀλλὰ τό γε μηδέποτε ἄρξασθαι κατὰ φύσιν ζῆν, ἔσῃ ἄνθρωπος ἄξιος τοῦ γεννήσαντος κόσμου καὶ παύσῃ ξένος ὢντῆς πατρίδος καὶ θαυμάζων ὡς ἀπροσδόκητα τὰ καθ ἡμέραν γινόμενα καὶ κρεμάμενος ἐκ τοῦδε καὶ τοῦδε.
  2. Ὁ θεὸς πάντα τὰ ἡγεμονικὰ γυμνὰ τῶν ὑλικῶν ἀγγείων καὶφλοιῶν καὶ καθαρμάτων ὁρᾷ˙ μόνῳ γὰρ τῷ ἑαυτοῦ νοερῷ μόνωνἅπτεται τῶν ἐξ ἑαυτοῦ εἰς ταῦτα ἐῤῥυηκότων καὶ ἀπωχετευμένων.ἐὰν δὲ καὶ σὺ τοῦτο ἐθίσῃς ποιεῖν, τὸν πολὺν περισπασμὸνσεαυτοῦ περιαιρήσεις˙ ὁ γὰρ μὴ τὰ περικείμενα κρεᾴδια ὁρῶν, ἦπού γε ἐσθῆτα καὶ οἰκίαν καὶ δόξαν καὶ τὴν τοιαύτην περιβολὴνκαὶ σκηνὴν θεώμενος ἀσχολήσεται.
  3. Τρία ἐστὶν ἐξ ὧν συνέστηκας˙ σωμάτιον, πνευμάτιον, νοῦς.τούτων τἆλλα μέχρι τοῦ ἐπιμελεῖσθαι δεῖν σά ἐστι, τὸ δὲ τρίτονμόνον κυρίως σόν. ‹δι›ὸ ἐὰν χωρίσῃς ἀπὸ σεαυτοῦ, τουτέστινἀπὸ τῆς σῆς διανοίας, ὅσα ἄλλοι ποιοῦσιν ἢ λέγουσιν ἢ ὅσααὐτὸς ἐποίησας ἢ εἶπας καὶ ὅσα ὡς μέλλοντα ταράσσει σε καὶὅσα τοῦ περικειμένου σοι σωματίου ἢ τοῦ συμφύτου πνευματίουἀπροαίρετα πρόσεστιν καὶ ὅσα ἡ ἔξωθεν περιῤῥέουσα δίνηἑλίσσει, ὥστε τῶν συνειμαρμένων ἐξῃρημένην, καθαράν ‹τε› τὴννοερὰν δύναμιν ‹καὶ› ἀπόλυτον ἐφ ἑαυτῆς ζῆν, ποιοῦσαν τὰδίκαια καὶ θέλουσαν τὰ συμβαίνοντα καὶ λέγουσαν τἀληθῆ˙ἐὰν χωρίσῃς, φημί, τοῦ ἡγεμονικοῦ τούτου τὰ προσηρτημένα ἐκπροσπαθείας καὶ τοῦ χρόνου τὰ ἐπέκεινα ἢ τὰ παρῳχηκότα,ποιήσῃς τε σεαυτόν, οἷος ὁ Ἐμπεδόκλειος σφαῖρος κυκλοτερὴςμονίῃ περιγηθέι γαίων, μόνον τε ζῆν ἐκμελετήσῃς ὃ ζῇς, τουτέστιτὸ παρόν, δυνήσῃ τό γε μέχρι τοῦ ἀποθανεῖν ὑπολειπόμενονἀταράκτως καὶ εὐμενῶς καὶ ἵλεως τῷ σαυτοῦ δαίμονι διαβιῶναι.
  4. Πολλάκις ἐθαύμασα πῶς ἑαυτὸν μὲν ἕκαστος μᾶλλον πάντωνφιλεῖ, τὴν δὲ ἑαυτοῦ περὶ αὑτοῦ ὑπόληψιν ἐν ἐλάττονι λόγῳ τίθεταιἢ τὴν τῶν ἄλλων. ἐὰν γοῦν τινα θεὸς ἐπιστὰς ἢ διδάσκαλοςἔμφρων κελεύσῃ μηδὲν καθ αὑτὸν ἐνθυμεῖσθαι καὶ διανοεῖσθαιὃ μὴ ἅμα καὶ γεγωνίσκων ἐξοίσει, οὐδὲ πρὸς μίαν ἡμέραν τοῦτοὑπομενεῖ. οὕτως τοὺς πέλας μᾶλλον αἰδούμεθα, τί ποτε περὶἡμῶν φρονήσουσιν, ἢ ἑαυτούς.
  5. Πῶς ποτε πάντα καλῶς καὶ φιλανθρώπως διατάξαντες οἱ θεοὶτοῦτο μόνον παρεῖδον, τὸ ἐνίους τῶν ἀνθρώπων καὶ πάνυχρηστοὺς καὶ πλεῖστα πρὸς τὸ θεῖον ὥσπερ συμβόλαια θεμένουςκαὶ ἐπὶ πλεῖστον δἰ ἔργων ὁσίων καὶ ἱερουργιῶν συνήθεις τῷθείῳ γενομένους, ἐπειδὰν ἅπαξ ἀποθάνωσι, μηκέτι αὖθις γίνεσθαι,ἀλλ εἰς τὸ παντελὲς ἀπεσβηκέναι; τοῦτο δὲ εἴπερ ἄρα καὶ οὕτωςἔχει, εὖ ἴσθι ὅτι, εἰ ὡς ἑτέρως ἔχειν ἔδει, ἐποίησαν ἄν˙ εἰ γὰρδίκαιον ἦν, ἦν ἂν καὶ δυνατόν, καὶ εἰ κατὰ φύσιν, ἤνεγκεν ἂναὐτὸ ἡ φύσις. ἐκ δὴ τοῦ μὴ οὕτως ἔχειν, εἴπερ οὐχ οὕτως ἔχει,πιστούσθω σοι τὸ μὴ δεῆσαι οὕτως γίνεσθαι˙ ὁρᾷς γὰρ καὶ αὐτὸςὅτι τοῦτο παραζητῶν δικαιολογῇ πρὸς τὸν θεόν˙ οὐκ ἂν δ οὕτωςδιελεγόμεθα τοῖς θεοῖς, εἰ μὴ ἄριστοι καὶ δικαιότατοι ἦσαν. εἰδὲ τοῦτο, οὐκ ἄν τι περιεῖδον ἀδίκως καὶ ἀλόγως ἠμελημένοντῶν ἐν τῇ διακοσμήσει.
  6. Ἔθιζε καὶ ὅσα ἀπογινώσκεις. καὶ γὰρ ἡ χεὶρ ἡ ἀριστερὰ πρὸςτὰ ἄλλα διὰ τὸ ἀνέθιστον ἀργὸς οὖσα τοῦ χαλινοῦ ἐῤῥωμενέστερονἢ ἡ δεξιὰ κρατεῖ˙ τοῦτο γὰρ εἴθισται.
  7. Ὁποῖον δεῖ καταληφθῆναι ὑπὸ τοῦ θανάτου καὶ σώματι καὶψυχῇ˙ τὴν βραχύτητα τοῦ βίου˙ τὴν ἀχάνειαν τοῦ ὀπίσω καὶπρόσω αἰῶνος˙ τὴν ἀσθένειαν πάσης ὕλης.
  8. Γυμνὰ τῶν φλοιῶν θεάσασθαι τὰ αἰτιώδη˙ τὰς ἀναφορὰς τῶνπράξεων˙ τί πόνος˙ τί ἡδονή˙ τί θάνατος˙ τί δόξα˙ τίς οὐχ ἑαυτῷἀσχολίας αἴτιος˙ πῶς οὐδεὶς ὑπ ἄλλου ἐμποδίζεται˙ ὅτι πάνταὑπόληψις.
  9. Ὅμοιον εἶναι [δεῖ] ἐν τῇ τῶν δογμάτων χρήσει παγκρατιαστῇ,οὐχὶ μονομάχῳ˙ ὁ μὲν γὰρ τὸ ξίφος ᾧ χρῆται ἀποτίθεται καὶἀναιρεῖται˙ ὁ δὲ τὴν χεῖρα ἀεὶ ἔχει καὶ οὐδὲν ἄλλο ἢ συστρέψαιαὐτὴν δεῖ.
  10. Αὐτὰ τὰ πράγματα ὁρᾶν, διαιροῦντα εἰς ὕλην, αἴτιον,ἀναφοράν.
  11. Ἡλίκην ἐξουσίαν ἔχει ἄνθρωπος μὴ ποιεῖν ἄλλο ἢ ὅπερ μέλλειὁ θεὸς ἐπαινεῖν, καὶ δέχεσθαι πᾶν ὃ ἂν νέμῃ αὐτῷ ὁ θεός, ‹ὡς›τὸ ἑξῆς τῇ φύσει.
  12. Μήτε θεοῖς μεμπτέον˙ οὐδὲν γὰρ ἑκόντες ἢ ἄκοντες ἁμαρτάνουσι˙μήτε ἀνθρώποις˙ οὐδὲν γὰρ οὐχὶ ἄκοντες. ὥστε οὐδενὶμεμπτέον.
  13. Πῶς γελοῖος καὶ ξένος ὁ θαυμάζων καὶ ὁτιοῦν τῶν ἐν τῷ βίῳγινομένων.
  14. Ἤτοι ἀνάγκη εἱμαρμένης καὶ ἀπαράβατος τάξις ἢ πρόνοιαἱλάσιμος ἢ φυρμὸς εἰκαιότητος ἀπροστάτητος. εἰ μὲν οὖνἀπαράβατος ἀνάγκη, τί ἀντιτείνεις; εἰ δὲ πρόνοια ἐπιδεχομένητὸ ἱλάσκεσθαι, ἄξιον ἑαυτὸν ποίησον τῆς ἐκ τοῦ θείου βοηθείας.εἰ δὲ φυρμὸς ἀνηγεμόνευτος, ἀσμένιζε ὅτι ἐν τοιούτῳ τῷκλύδωνι αὐτὸς ἔχεις ἐν ἑαυτῷ τινα νοῦν ἡγεμονικόν, κἂν παραφέρῃσε ὁ κλύδων, παραφερέτω τὸ σαρκίδιον, τὸ πνευμάτιον,
  15. τἆλλα˙ τὸν γὰρ νοῦν οὐ παροίσει. ἦ τὸ μὲν τοῦ λύχνου φῶς,μέχρι σβεσθῇ, φαίνει καὶ τὴν αὐγὴν οὐκ ἀποβάλλει, ἡ δὲ ἐν σοὶἀλήθεια καὶ δικαιοσύνη καὶ σωφροσύνη προαποσβήσεται;
  16. Ἐπὶ τοῦ φαντασίαν παρασχόντος ὅτι ἥμαρτε˙ τί δαὶ οἶδα εἰτοῦτο ἁμάρτημα; εἰ δὲ καὶ ἥμαρτεν, ὅτι ‹οὐ› κατέκρινεν αὐτὸςἑαυτόν, καὶ οὕτως ὅμοιον τοῦτο τῷ καταδρύπτειν τὴν ἑαυτοῦὄψιν;Ὅτι ὁ μὴ θέλων τὸν φαῦλον ἁμαρτάνειν ὅμοιος τῷ μὴ θέλοντιτὴν συκῆν ὀπὸν ἐν τοῖς σύκοις φέρειν καὶ τὰ βρέφη κλαυθμυρίζεσθαικαὶ τὸν ἵππον χρεμετίζειν καὶ ὅσα ἄλλα ἀναγκαῖα. τίγὰρ πάθῃ τὴν ἕξιν ἔχων τοιαύτην; εἰ οὖν γοργὸς εἶ, ταύτην θεράπευσον.
  17. Εἰ μὴ καθήκει, μὴ πράξῃς˙ εἰ μὴ ἀληθές ἐστι, μὴ εἴπῃς. ἡ γὰρὁρμή σου ἔστω εἰς τὸ πάν‹τως› ἀεὶ ὁρᾶν, τί ἐστιν αὐτὸ ἐκεῖνο τὸτὴν φαντασίαν σοι ποιοῦν, καὶ ἀναπτύσσειν διαιροῦντα εἰς τὸαἴτιον, εἰς τὸ ὑλικόν, εἰς τὴν ἀναφοράν, εἰς τὸν χρόνον ἐντὸς οǷπεπαῦσθαι αὐτὸ δεήσει.
  18. Αἴσθου ποτὲ ὅτι κρεῖττόν τι καὶ δαιμονιώτερον ἔχεις ἐν σαυτῷτῶν τὰ πάθη ποιούντων καὶ καθάπαξ τῶν νευροσπαστούντωνσε. τί μου νῦν ἐστιν ἡ διάνοια; μὴ φόβος; μὴ ὑποψία; μὴ ἐπιθυμία;μὴ ἄλλο τι τοιοῦτον;
  19. Πρῶτον τὸ μὴ εἰκῇ μηδὲ ἄνευ ἀναφορᾶς. δεύτερον τὸ μὴ ἐπἄλλο τι ἢ ἐπὶ τὸ κοινωνικὸν τέλος τὴν ἀναγωγὴν ποιεῖσθαι.
  20. Ὅτι μετ οὐ πολὺ οὐδεὶς οὐδαμοῦ ἔσῃ οὐδὲ τούτων τι ἃ νῦνβλέπεις οὐδὲ τούτων τις τῶν νῦν βιούντων˙ ἅπαντα γὰρμεταβάλλειν καὶ τρέπεσθαι καὶ φθείρεσθαι πέφυκεν, ἵνα ἕτεραἐφεξῆς γίνηται.
  21. Ὅτι πάντα ὑπόληψις καὶ αὕτη ἐπὶ σοί. ἆρον οὖν ὅτε θέλειςτὴν ὑπόληψιν καὶ ὥσπερ κάμψαντι τὴν ἄκραν γαλήνη, σταθερὰπάντα καὶ κόλπος ἀκύμων.
  22. Μία καὶ ἡτισοῦν ἐνέργεια κατὰ καιρὸν παυσαμένη οὐδὲν κακὸνπάσχει, καθὸ πέπαυται˙ οὐδὲ ὁ πράξας τὴν πρᾶξιν ταύτην καταὐτὸ τοῦτο, καθὸ πέπαυται, κακόν τι πέπονθεν. ὁμοίως οὖν τὸἐκ πασῶν τῶν πράξεων σύστημα, ὅπερ ἐστὶν ὁ βίος, ἐὰν ἐν καιρῷπαύσηται, οὐδὲν κακὸν πάσχει κατ αὐτὸ τοῦτο, καθὸ πέπαυται˙οὐδὲ ὁ καταπαύσας ἐν καιρῷ τὸν εἱρμὸν τοῦτον κακῶς διετέθη.τὸν δὲ καιρὸν καὶ τὸν ὅρον δίδωσιν ἡ φύσις, ποτὲ μὲν καὶ ἡ ἰδία,ὅταν ἐν γήρᾳ, πάντως δὲ ἡ τῶν ὅλων, ἧς τῶν μερῶν μεταβαλλόντωννεαρὸς ἀεὶ καὶ ἀκμαῖος ὁ σύμπας κόσμος διαμένει. καλὸν δὲἀεὶ πᾶν καὶ ὡραῖον τὸ συμφέρον τῷ ὅλῳ. ἡ οὖν κατάπαυσις τοῦβίου ἑκάστῳ οὐ κακὸν μὲν ὅτι οὐδὲ αἰσχρόν, εἴπερ καὶἀπροαίρετον καὶ οὐκ ἀκοινώνητον˙ ἀγαθὸν δὲ εἴπερ τῷ ὅλῳκαίριον καὶ συμφέρον καὶ συμφερόμενον. οὕτως γὰρ καὶθεοφόρητος ὁ φερόμενος κατὰ ταὐτὰ θεῷ καὶ ἐπὶ ταὐτὰ τῇ γνώμῃφερόμενος.
  23. Τρία ταῦτα δεῖ πρόχειρα ἔχειν˙ ἐπὶ μὲν ὧν ποιεῖς, [εἰ] μήτεεἰκῇ μήτε ἄλλως ἢ ὡς ἂν ἡ Δίκη αὐτὴ ἐνήργησεν˙ ἐπὶ δὲ τῶνἔξωθεν συμβαινόντων, ὅτι ἤτοι κατ ἐπιτυχίαν ἢ κατὰ πρόνοιαν˙οὔτε δὲ τῇ ἐπιτυχίᾳ μεμπτέον οὔτε τῇ προνοίᾳ ἐγκλητέον. δεύτεροντό˙ ὁποῖον ἕκαστον ἀπὸ σπέρματος μέχρι ψυχώσεως καὶ ἀπὸψυχώσεως μέχρι τοῦ τὴν ψυχὴν ἀποδοῦναι καὶ ἐξ οἵων ἡσύγκρισις καὶ εἰς οἷα ἡ λύσις. τρίτον εἰ ἄφνω μετέωρος ἐξαρθεὶςκατασκέψαιο τὰ ἀνθρώπεια καὶ τὴν πολυτροπίαν [ὅση]κατανοήσαις, ὅτι καταφρονήσεις συνιδὼν ἅμα καὶ ὅσον τὸπεριοικοῦν ἐναερίων καὶ ἐναιθερίων˙ καὶ ὅτι, ὁσάκις ἂν ἐξαρθῇς,ταὐτὰ ὄψῃ˙ τὸ ὁμοειδές, τὸ ὀλιγοχρόνιον˙ ἐπὶ τούτοις ὁ τῦφος.
  24. Βάλε ἔξω τὴν ὑπόληψιν˙ σέσωσαι. τίς οὖν ὁ κωλύων ἐκβάλλειν;
  25. Ὅταν δυσφορῇς ἐπί τινι, ἐπελάθου τοῦ, ὅτι πάντα κατὰ τὴντῶν ὅλων φύσιν γίνεται, καὶ τοῦ, ὅτι τὸ ἁμαρτανόμενον ἀλλότριον,καὶ ἐπὶ τούτοις τοῦ, ὅτι πᾶν τὸ γινόμενον οὕτως ἀεὶ ἐγίνετο καὶγενήσεται καὶ νῦν πανταχοῦ γίνεται˙ τοῦ, ὅση ἡ συγγένειαἀνθρώπου πρὸς πᾶν τὸ ἀνθρώπειον γένος˙ οὐ γὰρ αἱματίου ἢσπερματίου, ἀλλὰ νοῦ κοινωνία. ἐπελάθου δὲ καὶ τοῦ, ὅτι ὁἑκάστου νοῦς θεὸς καὶ ἐκεῖθεν ἐῤῥύηκεν˙ τοῦ, ὅτι οὐδὲν ἴδιονοὐδενός, ἀλλὰ καὶ τὸ τεκνίον καὶ τὸ σωμάτιον καὶ αὐτὸ τὸψυχάριον ἐκεῖθεν ἐλήλυθεν˙ τοῦ, ὅτι πάνθ ὑπόληψις˙ τοῦ, ὅτιτὸ παρὸν μόνον ἕκαστος ζῇ καὶ τοῦτο ἀποβάλλει.
  26. Συνεχῶς ἀναπολεῖν τοὺς ἐπί τινι λίαν ἀγανακτήσαντας, τοὺςἐν μεγίσταις δόξαις ἢ συμφοραῖς ἢ ἔχθραις ἢ ὁποιαισοῦν τύχαιςἀκμάσαντας˙ εἶτα ἐφιστάνειν˙ ποῦ νῦν πάντα ἐκεῖνα; καπνὸςκαὶ σποδὸς καὶ μῦθος ἢ οὐδὲ μῦθος. συμπροσπιπτέτω δὲ καὶ τὸτοιοῦτο πᾶν, οἷον˙ Φάβιος Κατουλλῖνος ἐπ ἀγροῦ καὶ ΛούσιοςΛοῦπος ἐν τοῖς κήποις καὶ Στερτίνιος ἐν Βαίαις καὶ Τιβέριος ἐνΚαπρέαις καὶ Οὐήλιος Ῥοῦφος καὶ ὅλως ἡ πρὸς ὁτιοῦν μετοἰήσεως διαφορά˙ καὶ ὡς εὐτελὲς πᾶν τὸ κατεντεινόμενον καὶὅσῳ φιλοσοφώτερον τὸ ἐπὶ τῆς δοθείσης ὕλης ἑαυτὸν δίκαιον,σώφρονα, θεοῖς ἑπόμενον ἀφελῶς παρέχειν˙ ὁ γὰρ ἐπὶ ἀτυφίᾳτῦφος τυφόμενος πάντων χαλεπώτατος.
  27. Πρὸς τοὺς ἐπιζητοῦντας˙ ποῦ γὰρ ἰδὼν τοὺς θεοὺς ἢ πόθενκατειληφὼς ὅτι εἰσὶν οὕτω σέβεις; πρῶτον μὲν καὶ ὄψει ὁρατοίεἰσιν˙ ἔπειτα μέντοι οὐδὲ τὴν ψυχὴν τὴν ἐμαυτοῦ ἑώρακα καὶὅμως τιμῶ˙ οὕτως οὖν καὶ τοὺς θεούς, ἐξ ὧν τῆς δυνάμεως αὐτῶνἑκάστοτε πειρῶμαι, ἐκ τούτων ὅτι τε εἰσὶ καταλαμβάνω καὶαἰδοῦμαι.
  28. Σωτηρία βίου ἕκαστον δἰ ὅλου αὐτὸ τί ἐστιν ὁρᾶν, τί μὲναὐτοῦ τὸ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες˙ ἐξ ὅλης τῆς ψυχῆς τὰ δίκαιαποιεῖν καὶ τἀληθῆ λέγειν. τί λοιπὸν ἢ ἀπολαύειν τοῦ ζῆνσυνάπτοντα ἄλλο ἐπ ἄλλῳ ἀγαθόν, ὥστε μηδὲ τὸ βραχύτατονδιάστημα ἀπολείπειν;
  29. Ἒν φῶς ἡλίου, κἂν διείργηται τοίχοις, ὄρεσιν, ἄλλοις μυρίοις.μία οὐσία κοινή, κἂν διείργηται ἰδίως ποιοῖς σώμασι μυρίοις.μία ψυχή, κἂν φύσεσι διείργηται μυρίαις καὶ ἰδίαις περιγραφαῖς.μία νοερὰ ψυχή, κἂν διακεκρίσθαι δοκῇ. τὰ μὲν οὖν ἄλλα μέρητῶν εἰρημένων, οἷον πνεύματα καὶ ὑποκείμενα ἀναίσθητα, καὶἀνοικείωτα ἀλλήλοις˙ καίτοι κἀκεῖνα τὸ ἑνοῦν συνέχει καὶ τὸἐπὶ τὰ αὐτὰ βρῖθον. διάνοια δὲ ἰδίως ἐπὶ τὸ ὁμόφυλον τείνεταικαὶ συνίσταται καὶ οὐ διείργεται τὸ κοινωνικὸν πάθος.
  30. Τί ἐπιζητεῖς; τὸ διαγίνεσθαι; ἀλλὰ τὸ αἰσθάνεσθαι; τὸ ὁρμᾶν;τὸ αὔξεσθαι; τὸ λήγειν αὖθις; τὸ φωνῇ χρῆσθαι; τὸ διανοεῖσθαι;τί τούτων πόθου σοι ἄξιον δοκεῖ; εἰ δὲ ἕκαστα εὐκαταφρόνητα,πρόιθι ἐπὶ τελευταῖον τὸ ἕπεσθαι τῷ λόγῳ καὶ τῷ θεῷ. ἀλλὰμάχεται τὸ τιμᾶν ταῦτα, τὸ ἄχθεσθαι εἰ διὰ τοῦ τεθνηκέναιστερήσεταί τις αὐτῶν.
  31. Πόστον μέρος τοῦ ἀπείρου καὶ ἀχανοῦς αἰῶνος ἀπομεμέρισταιἑκάστῳ˙ τάχιστα γὰρ ἐναφανίζεται τῷ ἀιδίῳ˙ πόστον δὲ τῆς ὅληςοὐσίας˙ πόστον δὲ τῆς ὅλης ψυχῆς˙ ἐν πόστῳ δὲ βωλαρίῳ τῆςὅλης γῆς ἕρπεις. πάντα ταῦτα ἐνθυμούμενος μηδὲν μέγα φαντάζουἢ τό, ὡς μὲν ἡ σὴ φύσις ἄγει ποιεῖν, πάσχειν δὲ ὡς ἡ κοινὴ φύσιςφέρει.
  32. Πῶς ἑαυτῷ χρῆται τὸ ἡγεμονικόν; ἐν γὰρ τούτῳ τὸ πᾶν ἐστι.τὰ δὲ λοιπὰ ἢ προαιρετικά ἐστιν ἢ ἀπροαίρετα, νεκρὰ καὶ καπνός.
  33. Πρὸς θανάτου καταφρόνησιν ἐγερτικώτατον ὅτι καὶ οἱ τὴνἡδονὴν ἀγαθὸν καὶ τὸν πόνον κακὸν κρίνοντες ὅμως τούτουκατεφρόνησαν.
  34. Ὣι τὸ εὔκαιρον μόνον ἀγαθὸν καὶ ᾧ τὸ πλείους κατὰ λόγονὀρθὸν πράξεις ἀποδοῦναι τῷ ὀλιγωτέρας ἐν ἴσῳ ἐστὶ καὶ ᾧ τὸνκόσμον θεωρῆσαι πλείονι ἢ ἐλάσσονι χρόνῳ οὐ διαφέρει, τούτῳοὐδὲ ὁ θάνατος φοβερόν.
  35. Ἄνθρωπε, ἐπολιτεύσω ἐν τῇ μεγάλῃ ταύτῃ πόλει˙ τί σοιδιαφέρει, εἰ πέντε ἔτεσιν ‹ἢ πεντήκοντα›; τὸ γὰρ κατὰ τοὺς νόμουςἴσον ἑκάστῳ. τί οὖν δεινόν, εἰ τῆς πόλεως ἀποπέμπει σε οὐτύραννος οὐδὲ δικαστὴς ἄδικος, ἀλλ ἡ φύσις ἡ εἰσαγαγοῦσα,οἷον εἰ κωμῳδὸν ἀπολύοι τῆς σκηνῆς ὁ παραλαβὼν στρατηγός;- “ἀλλ οὐκ εἶπον τὰ πέντε μέρη, ἀλλὰ τὰ τρία.” - “καλῶς εἶπας˙ἐν μέντοι τῷ βίῳ τὰ τρία ὅλον τὸ δρᾶμά ἐστι.” τὸ γὰρ τέλειονἐκεῖνος ὁρίζει ὁ τότε μὲν τῆς συγκρίσεως, νῦν δὲ τῆς διαλύσεωςαἴτιος˙ σὺ δὲ ἀναίτιος ἀμφοτέρων. ἄπιθι οὖν ἵλεως˙ καὶ γὰρ ὁ ἀπολύων ἵλεως.